Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.157 Joseph. AJ 1.162 (English) >>Joseph. AJ 1.165

1.160μετʼ οὐ πολὺν δὲ χρόνον μεταναστὰς καὶ ἀπὸ ταύτης τῆς χώρας σὺν τῷ σφετέρῳ λαῷ εἰς τὴν τότε μὲν Χαναναίαν λεγομένην νῦν δὲ Ἰουδαίαν μετῴκησε καὶ οἱ ἀπʼ ἐκείνου πληθύσαντες, περὶ ὧν ἐν ἑτέρῳ λόγῳ διέξειμι τὰ ἱστορούμενα. τοῦ δὲ Ἁβράμου ἔτι καὶ νῦν ἐν τῇ Δαμασκηνῇ τὸ ὄνομα δοξάζεται καὶ κώμη δείκνυται ἀπʼ αὐτοῦ Ἁβράμου οἴκησις λεγομένη.” 1.161

Λιμοῦ δὲ χρόνοις ὕστερον τὴν Ἰουδαίαν καταλαβόντος Ἅβραμος Αἰγυπτίους εὐδαιμονεῖν πυθόμενος μεταίρειν πρὸς αὐτοὺς ἦν πρόθυμος τῆς τε ἀφθονίας τῆς ἐκείνων μεθέξων καὶ τῶν ἱερέων ἀκροατὴς ἐσόμενος ὧν λέγοιεν περὶ θεῶν· γὰρ κρείσσοσιν εὑρεθεῖσι κατακολουθήσειν μετακοσμήσειν αὐτοὺς ἐπὶ τὸ βέλτιον αὐτὸς ἄμεινον φρονῶν. 1.162ἐπαγόμενος δὲ καὶ τὴν Σάρραν καὶ φοβούμενος τὸ πρὸς τὰς γυναῖκας τῶν Αἰγυπτίων ἐπιμανές, μὴ διὰ τὴν εὐμορφίαν τῆς γυναικὸς βασιλεὺς αὐτὸν ἀνέλῃ, τέχνην ἐπενόησε τοιαύτην· ἀδελφὸς αὐτῆς εἶναι προσεποιήσατο κἀκείνην τοῦθʼ ὑποκρίνασθαι, συμφέρειν γὰρ αὐτοῖς, ἐδίδαξεν. 1.163ὡς δʼ ἧκον εἰς τὴν Αἴγυπτον, ἀπέβαινε τῷ Ἁβράμῳ καθὼς ὑπενόησε· τὸ γὰρ κάλλος ἐξεβοήθη τῆς γυναικὸς αὐτοῦ· διὸ καὶ Φαραώθης βασιλεὺς τῶν Αἰγυπτίων οὐ τοῖς περὶ αὐτῆς λεγομένοις ἀρκεσθεὶς ἀλλὰ καὶ θεάσασθαι σπουδάσας οἷός τε ἦν ἅψασθαι τῆς Σάρρας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.157 Joseph. AJ 1.162 (English) >>Joseph. AJ 1.165

Powered by PhiloLogic